Laws
Plato (428–347 BC)
Plato's Laws in the Greek text edited by John Burnet, with R. G. Bury's English translation.
Book 1
Book 2
Book 3
Book 4
Book 5
Book 6
Book 7
Book 8
Book 9
Book 10
Book 11
Section 913
Section 914
Section 915
Section 916
Section 917
Section 918
Section 919
Section 920
Section 921
Section 922
Section 923
Section 924
Section 925
Section 926
Section 927
Section 928
Section 929
Section 930
Section 931
Section 932
ΑΘ. πᾶς δὴ νοῦν ἔχων φοβεῖται καὶ τιμᾷ γονέων εὐχάς, εἰδὼς πολλοῖς καὶ πολλάκις ἐπιτελεῖς γενομένας· τούτων οὖν οὕτω φύσει διατεταγμένων, τοῖς μὲν ἀγαθοῖς ἕρμαιον πρόγονοι γηραιοί, ζῶντες μέχρι τῶν ἐσχάτων τοῦ βίου, καὶ ἀπιόντες νέοι σφόδρα ποθεινοί, τοῖς δὲ κακοῖς εὖ μάλα φοβεροί. πᾶς δὴ τιμάτω πάσαις τιμαῖς ταῖς ἐννόμοις τοὺς αὑτοῦ γεννήτορας τοῖς νῦν πεισθεὶς λόγοις· εἰ δʼ οὖν τινα κατέχοι φήμη κωφὴ τῶν τοιούτων προοιμίων, νόμος ὅδε ἐπὶ τούτοις ὀρθῶς κείμενος ἂν εἴη· ἐάν τις ἐν τῇδε τῇ πόλει γονέων ἀμελέστερον ἔχῃ τοῦ δέοντος, καὶ μὴ τῶν ὑέων καὶ πάντων τῶν ἐκγόνων αὑτοῦ καὶ ἑαυτοῦ μειζόνως εἰς ἅπαντα ἐπιτρέπων καὶ ἀποπληρῶν ᾖ τὰς βουλήσεις, ἐξαγγελλέτω μὲν ὁ πάσχων τι τοιοῦτον, εἴτε αὐτὸς εἴτε τινὰ πέμπων, πρὸς τρεῖς μὲν τῶν νομοφυλάκων τοὺς πρεσβυτάτους, τρεῖς δʼ αὖ τῶν περὶ γάμους γυναικῶν ἐπιμελουμένων· οἱ δʼ ἐπιμελείσθωσαν, κολάζοντες τοὺς ἀδικοῦντας νέους μὲν ὄντας ἔτι πληγαῖς καὶ δεσμοῖς, μέχριπερ ἂν ἐτῶν ἄνδρες μὲν τυγχάνωσιν ὄντες τριάκοντα, γυναῖκες δὲ δέκα πλείοσιν ἔτεσιν κολαζέσθωσαν ταῖς αὐταῖς κολάσεσιν. ἐὰν δὲ πορρωτέρω τούτων τῶν ἐτῶν ὄντες τῶν αὐτῶν ἀμελειῶν περὶ γονέας μὴ ἀφιστῶνται, κακῶσι δέ τινάς τινες, εἰς δικαστήριον εἰσαγόντων αὐτοὺς εἰς ἕνα καὶ ἑκατὸν τῶν πολιτῶν, οἵτινες ἂν ὦσι πρεσβύτατοι ἁπάντων· ἂν δέ τις ὄφλῃ, τιμάτω τὸ δικαστήριον ὅτι χρὴ τίνειν ἢ πάσχειν, ἀπόρρητον μηδὲν ποιούμενοι ὅσων δυνατὸς ἄνθρωπος πάσχειν ἢ τίνειν. ἐὰν δέ τις ἀδυνατῇ κακούμενος φράζειν, ὁ πυθόμενος τῶν ἐλευθέρων ἐξαγγελλέτω τοῖς ἄρχουσιν ἢ κακὸς ἔστω καὶ ὑπόδικος τῷ ἐθέλοντι βλάβης. ἐὰν δὲ δοῦλος μηνύσῃ, ἐλεύθερος ἔστω, καὶ ἐὰν μὲν τῶν κακούντων ἢ κακουμένων δοῦλος, ὑπὸ τῆς ἀρχῆς ἀφείσθω, ἐὰν δέ τινος ἄλλου τῶν πολιτῶν, τὸ δημόσιον ὑπὲρ αὐτοῦ τιμὴν τῷ κεκτημένῳ καταβαλλέτω· τοῖς ἄρχουσιν δὲ ἐπιμελὲς ἔστω μή τις ἀδικῇ τὸν τοιοῦτον τιμωρούμενος τῆς μηνύσεως ἕνεκα. ὅσα τις ἄλλος ἄλλον πημαίνει φαρμάκοις, τὰ μὲν θανάσιμα αὐτῶν διείρηται, τῶν δʼ ἄλλων πέρι βλάψεων, εἴτε τις ἄρα πώμασιν ἢ καὶ βρώμασιν ἢ ἀλείμμασιν ἑκὼν ἐκ προνοίας πημαίνει, τούτων οὐδέν πω διερρήθη. διτταὶ γὰρ δὴ φαρμακεῖαι κατὰ τὸ τῶν ἀνθρώπων οὖσαι γένος ἐπίσχουσιν τὴν διάρρησιν.