Laws

Plato

Laws

Plato (428–347 BC)

Plato's Laws in the Greek text edited by John Burnet, with R. G. Bury's English translation.


Book 1

Book 2

Book 3

Book 4

Book 5

Book 6

Book 7

Book 8

Book 9

Book 10

Section 884

Section 885

Section 886

Section 887

Section 888

ΑΘ. τούτων δὴ πάντων ὅσοι καταφρονήσαντες οὐδὲ ἐξ ἑνὸς ἱκανοῦ λόγου, ὡς φαῖεν ἂν ὅσοι καὶ σμικρὸν νοῦ κέκτηνται, νῦν ἀναγκάζουσιν ἡμᾶς λέγειν ἃ λέγομεν, πῶς τούτους ἄν τις ἐν πρᾳέσι λόγοις δύναιτο νουθετῶν ἅμα διδάσκειν περὶ θεῶν πρῶτον ὡς εἰσίν; τολμητέον δέ· οὐ γὰρ ἅμα γε δεῖ μανῆναι τοὺς μὲν ὑπὸ λαιμαργίας ἡδονῆς ἡμῶν, τοὺς δʼ ὑπὸ τοῦ θυμοῦσθαι τοῖς τοιούτοις. ἴτω δὴ πρόρρησις τοιάδε τις ἄθυμος τοῖς οὕτω τὴν διάνοιαν διεφθαρμένοις, καὶ λέγωμεν πρᾴως, σβέσαντες τὸν θυμόν, ὡς ἑνὶ διαλεγόμενοι τῶν τοιούτων· ὦ παῖ, νέος εἶ, προϊὼν δέ σε ὁ χρόνος ποιήσει πολλὰ ὧν νῦν δοξάζεις μεταβαλόντα ἐπὶ τἀναντία τίθεσθαι· περίμεινον οὖν εἰς τότε κριτὴς περὶ τῶν μεγίστων γίγνεσθαι, μέγιστον δέ, ὃ νῦν οὐδὲν ἡγῇ σύ, τὸ περὶ τοὺς θεοὺς ὀρθῶς διανοηθέντα ζῆν καλῶς ἢ μή. πρῶτον δὲ περὶ αὐτῶν ἕν τι μέγα σοι μηνύων οὐκ ἄν ποτε φανείην ψευδής, τὸ τοιόνδε. οὐ σὺ μόνος οὐδὲ οἱ σοὶ φίλοι πρῶτοι καὶ πρῶτον ταύτην δόξαν περὶ θεῶν ἔσχετε, γίγνονται δὲ ἀεὶ πλείους ἢ ἐλάττους ταύτην τὴν νόσον ἔχοντες· τόδε τοίνυν σοι, παραγεγονὼς αὐτῶν πολλοῖσι, φράζοιμʼ ἄν, τὸ μηδένα πώποτε λαβόντα ἐκ νέου ταύτην τὴν δόξαν περὶ θεῶν, ὡς οὐκ εἰσίν, διατελέσαι πρὸς γῆρας μείναντα ἐν ταύτῃ τῇ διανοήσει, τὰ δύο μέντοι πάθη περὶ θεοὺς μεῖναι, πολλοῖσι μὲν οὔ, μεῖναι δὲ οὖν τισιν, τὸ τοὺς θεοὺς εἶναι μέν, φροντίζειν δὲ οὐδὲν τῶν ἀνθρωπίνων, καὶ τὸ μετὰ τοῦτο, ὡς φροντίζουσι μέν, εὐπαραμύθητοι δʼ εἰσὶν θύμασιν καὶ εὐχαῖς. τὸ δὴ σαφὲς ἂν γενόμενόν σοι περὶ αὐτῶν κατὰ δύναμιν δόγμα, ἂν ἐμοὶ πείθῃ, περιμενεῖς, ἀνασκοπῶν εἴτε οὕτως εἴτε ἄλλως ἔχει, πυνθανόμενος παρά τε τῶν ἄλλων καὶ δὴ καὶ μάλιστα καὶ παρὰ τοῦ νομοθέτου· ἐν δὲ δὴ τούτῳ τῷ χρόνῳ μὴ τολμήσῃς περὶ θεοὺς μηδὲν ἀσεβῆσαι. πειρατέον γὰρ τῷ τοὺς νόμους σοι τιθέντι νῦν καὶ εἰς αὖθις διδάσκειν περὶ αὐτῶν τούτων ὡς ἔχει.

ΚΛ. κάλλισθʼ ἡμῖν, ὦ ξένε, μέχρι γε τοῦ νῦν εἴρηται.

ΑΘ. παντάπασι μὲν οὖν, ὦ Μέγιλλέ τε καὶ Κλεινία· λελήθαμεν δʼ ἡμᾶς αὐτοὺς εἰς θαυμαστὸν λόγον ἐμπεπτωκότες.

ΚΛ. τὸν ποῖον δὴ λέγεις;

ΑΘ. τὸν παρὰ πολλοῖς δοξαζόμενον εἶναι σοφώτατον ἁπάντων λόγων.

ΚΛ. φράζʼ ἔτι σαφέστερον.

ΑΘ. λέγουσί πού τινες ὡς πάντα ἐστὶ τὰ πράγματα γιγνόμενα καὶ γενόμενα καὶ γενησόμενα τὰ μὲν φύσει, τὰ δὲ τέχνῃ, τὰ δὲ διὰ τύχην.

ΚΛ. οὐκοῦν καλῶς;

Section 889

Section 890

Section 891

Section 892

Section 893

Section 894

Section 895

Section 896

Section 897

Section 898

Section 899

Section 900

Section 901

Section 902

Section 903

Section 904

Section 905

Section 906

Section 907

Section 908

Section 909

Section 910

Book 11

Book 12

↑ Top of work