Laws

Plato

Laws

Plato (428–347 BC)

Plato's Laws in the Greek text edited by John Burnet, with R. G. Bury's English translation.


Book 1

Book 2

Book 3

Book 4

Book 5

Book 6

Book 7

Section 788

Section 789

Section 790

Section 791

Section 792

Section 793

Section 794

ΑΘ. τριετεῖ δὲ δὴ καὶ τετραετεῖ καὶ πενταετεῖ καὶ ἔτι ἑξετεῖ ἤθει ψυχῆς παιδιῶν δέον ἂν εἴη, τρυφῆς δʼ ἤδη παραλυτέον κολάζοντα, μὴ ἀτίμως, ἀλλʼ ὅπερ ἐπὶ τῶν δούλων γʼ ἐλέγομεν, τὸ μὴ μεθʼ ὕβρεως κολάζοντας ὀργὴν ἐμποιῆσαι δεῖν τοῖς κολασθεῖσιν μηδʼ ἀκολάστους ἐῶντας τρυφήν, ταὐτὸν δραστέον τοῦτό γε καὶ ἐπʼ ἐλευθέροισι. παιδιαὶ δʼ εἰσὶν τοῖς τηλικούτοις αὐτοφυεῖς τινες, ἃς ἐπειδὰν συνέλθωσιν αὐτοὶ σχεδὸν ἀνευρίσκουσι. συνιέναι δὲ εἰς τὰ κατὰ κώμας ἱερὰ δεῖ πάντα ἤδη τὰ τηλικαῦτα παιδία, ἀπὸ τριετοῦς μέχρι τῶν ἓξ ἐτῶν, κοινῇ τὰ τῶν κωμητῶν εἰς ταὐτὸν ἕκαστα· τὰς δὲ τροφοὺς ἔτι τῶν τηλικούτων κοσμιότητός τε καὶ ἀκολασίας ἐπιμελεῖσθαι, τῶν δὲ τροφῶν αὐτῶν καὶ τῆς ἀγέλης συμπάσης, τῶν δώδεκα γυναικῶν μίαν ἐφʼ ἑκάστῃ τετάχθαι κοσμοῦσαν κατʼ ἐνιαυτὸν τῶν προειρημένων ἃς ἂν τάξωσιν οἱ νομοφύλακες. ταύτας δὲ αἱρείσθωσαν μὲν αἱ τῶν γάμων κύριαι τῆς ἐπιμελείας, ἐξ ἑκάστης τῆς φυλῆς μίαν, ἥλικας αὑταῖς· ἡ δὲ καταστᾶσα ἀρχέτω φοιτῶσα εἰς τὸ ἱερὸν ἑκάστης ἡμέρας καὶ κολάζουσα ἀεὶ τὸν ἀδικοῦντα, δοῦλον μὲν καὶ δούλην καὶ ξένον καὶ ξένην αὐτὴ διά τινων τῆς πόλεως οἰκετῶν, πολίτην δὲ ἀμφισβητοῦντα μὲν τῇ κολάσει πρὸς τοὺς ἀστυνόμους ἐπὶ δίκην ἄγουσα, ἀναμφισβήτητον δὲ ὄντα καὶ τὸν πολίτην αὐτὴ κολαζέτω. μετὰ δὲ τὸν ἑξέτη καὶ τὴν ἑξέτιν διακρινέσθω μὲν ἤδη τὸ γένος ἑκατέρων—κόροι μὲν μετὰ κόρων, παρθένοι δὲ ὡσαύτως μετʼ ἀλλήλων τὴν διατριβὴν ποιείσθωσαν—πρὸς δὲ τὰ μαθήματα τρέπεσθαι χρεὼν ἑκατέρους, τοὺς μὲν ἄρρενας ἐφʼ ἵππων διδασκάλους καὶ τόξων καὶ ἀκοντίων καὶ σφενδονήσεως, ἐὰν δέ πῃ συγχωρῶσιν, μέχρι γε μαθήσεως καὶ τὰ θήλεα, καὶ δὴ τά γε μάλιστα πρὸς τὴν τῶν ὅπλων χρείαν. τὸ γὰρ δὴ νῦν καθεστὸς περὶ τὰ τοιαῦτα ἀγνοεῖται παρὰ τοῖς πᾶσιν ὀλίγου.

ΚΛ. τὸ ποῖον;

ΑΘ. ὡς ἄρα τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ διαφέροντά ἐσθʼ ἡμῶν φύσει πρὸς τὰς χρείας εἰς ἑκάστας τῶν πράξεων τὰ περὶ τὰς χεῖρας, ἐπεὶ τά γε περὶ πόδας τε καὶ τὰ κάτω τῶν μελῶν οὐδὲν διαφέροντα εἰς τοὺς πόνους φαίνεται· τὰ δὲ κατὰ χεῖρας ἀνοίᾳ τροφῶν καὶ μητέρων οἷον χωλοὶ γεγόναμεν ἕκαστοι. τῆς φύσεως γὰρ ἑκατέρων τῶν μελῶν σχεδὸν ἰσορροπούσης, αὐτοὶ διὰ τὰ ἔθη διάφορα αὐτὰ πεποιήκαμεν οὐκ ὀρθῶς χρώμενοι.

Section 795

Section 796

Section 797

Section 798

Section 799

Section 800

Section 801

Section 802

Section 803

Section 804

Section 805

Section 806

Section 807

Section 808

Section 809

Section 810

Section 811

Section 812

Section 813

Section 814

Section 815

Section 816

Section 817

Section 818

Section 819

Section 820

Section 821

Section 822

Section 823

Section 824

Book 8

Book 9

Book 10

Book 11

Book 12

↑ Top of work