Laws

Plato

Laws

Plato (428–347 BC)

Plato's Laws in the Greek text edited by John Burnet, with R. G. Bury's English translation.


Book 1

Book 2

Book 3

Section 676

Section 677

Section 678

Section 679

Section 680

ΑΘ. λελέχθω δὴ ταῦτα ἡμῖν καὶ τὰ τούτοις συνεπόμενα ἔτι πάντα εἰρήσθω τοῦδʼ ἕνεκα, ἵνα νοήσωμεν τοῖς τότε νόμων τίς ποτʼ ἦν χρεία καὶ τίς ἦν νομοθέτης αὐτοῖς.

ΚΛ. καὶ καλῶς γε εἴρηκας.

ΑΘ. ἆρʼ οὖν ἐκεῖνοι μὲν οὔτʼ ἐδέοντο νομοθετῶν οὔτε πω ἐφίλει κατὰ τούτους τοὺς χρόνους γίγνεσθαι τὸ τοιοῦτον; οὐδὲ γὰρ γράμματα ἔστι πω τοῖς ἐν τούτῳ τῷ μέρει τῆς περιόδου γεγονόσιν, ἀλλʼ ἔθεσι καὶ τοῖς λεγομένοις πατρίοις νόμοις ἑπόμενοι ζῶσιν.

ΚΛ. εἰκὸς γοῦν.

ΑΘ. πολιτείας δέ γε ἤδη καὶ τρόπος ἐστίν τις οὗτος.

ΚΛ. τίς;

ΑΘ. δοκοῦσί μοι πάντες τὴν ἐν τούτῳ τῷ χρόνῳ πολιτείαν δυναστείαν καλεῖν, ἣ καὶ νῦν ἔτι πολλαχοῦ καὶ ἐν Ἕλλησι καὶ κατὰ βαρβάρους ἐστίν· λέγει δʼ αὐτήν που καὶ Ὅμηρος γεγονέναι περὶ τὴν τῶν Κυκλώπων οἴκησιν, εἰπὼν— τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες, ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν. Hom. Od. 9.112

ΚΛ. ἔοικέν γε ὁ ποιητὴς ὑμῖν οὗτος γεγονέναι χαρίεις. καὶ γὰρ δὴ καὶ ἄλλα αὐτοῦ διεληλύθαμεν μάλʼ ἀστεῖα, οὐ μὴν πολλά γε· οὐ γὰρ σφόδρα χρώμεθα οἱ Κρῆτες τοῖς ξενικοῖς ποιήμασιν.

ΜΕ. ἡμεῖς δʼ αὖ χρώμεθα μέν, καὶ ἔοικέν γε κρατεῖν τῶν τοιούτων ποιητῶν, οὐ μέντοι Λακωνικόν γε ἀλλά τινα μᾶλλον Ἰωνικὸν βίον διεξέρχεται ἑκάστοτε. νῦν μὴν εὖ τῷ σῷ λόγῳ ἔοικε μαρτυρεῖν, τὸ ἀρχαῖον αὐτῶν ἐπὶ τὴν ἀγριότητα διὰ μυθολογίας ἐπανενεγκών.

ΑΘ. ναί· συμμαρτυρεῖ γάρ, καὶ λάβωμέν γε αὐτὸν μηνυτὴν ὅτι τοιαῦται πολιτεῖαι γίγνονταί ποτε.

ΚΛ. καλῶς.

ΑΘ. μῶν οὖν οὐκ ἐκ τούτων τῶν κατὰ μίαν οἴκησιν καὶ κατὰ γένος διεσπαρμένων ὑπὸ ἀπορίας τῆς ἐν ταῖς φθοραῖς, ἐν αἷς τὸ πρεσβύτατον ἄρχει διὰ τὸ τὴν ἀρχὴν αὐτοῖς ἐκ πατρὸς καὶ μητρὸς γεγονέναι, οἷς ἑπόμενοι καθάπερ ὄρνιθες ἀγέλην μίαν ποιήσουσι, πατρονομούμενοι καὶ βασιλείαν πασῶν δικαιοτάτην βασιλευόμενοι;

ΚΛ. πάνυ μὲν οὖν.

Section 681

Section 682

Section 683

Section 684

Section 685

Section 686

Section 687

Section 688

Section 689

Section 690

Section 691

Section 692

Section 693

Section 694

Section 695

Section 696

Section 697

Section 698

Section 699

Section 700

Section 701

Section 702

Book 4

Book 5

Book 6

Book 7

Book 8

Book 9

Book 10

Book 11

Book 12

↑ Top of work